Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.256 Joseph. AJ 20.261 (English) >>Joseph. AJ 20.266

20.259

Παύσεται δʼ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας μεθʼ ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. περιέχει δʼ αὕτη τὴν ἀπὸ πρώτης γενέσεως ἀνθρώπου παράδοσιν μέχρι ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας τῶν ἡμῖν συμβεβηκότων τοῖς Ἰουδαίοις κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν καὶ Παλαιστίνην, 20.260ὅσα τε πεπόνθαμεν ὑπὸ Ἀσσυρίων τε καὶ Βαβυλωνίων, τίνα τε Πέρσαι καὶ Μακεδόνες διατεθείκασιν ἡμᾶς, καὶ μετʼ ἐκείνους Ῥωμαῖοι· πάντα γὰρ οἶμαι μετʼ ἀκριβείας συντεταχέναι. 20.261τηρῆσαι δὲ πεπείραμαι καὶ τὴν τῶν ἀρχιερέων ἀναγραφὴν τῶν ἐν δισχιλίοις ἔτεσι γενομένων. ἀπλανῆ δὲ πεποίημαι καὶ τὴν περὶ τοὺς βασιλεῖς διαδοχὴν τὰς πράξεις αὐτῶν καὶ τὰς πολιτείας ἀπαγγέλλων μοναρχῶν τε δυναστείας, ὡς αἱ ἱεραὶ βίβλοι περὶ πάντων ἔχουσι τὴν ἀναγραφήν· τοῦτο γὰρ ποιήσειν ἐν ἀρχῇ τῆς ἱστορίας ἐπηγγειλάμην. 20.262λέγω δὴ θαρσήσας ἤδη διὰ τὴν τῶν προτεθέντων συντέλειαν, ὅτι μηδεὶς ἂν ἕτερος ἠδυνήθη θελήσας μήτε Ἰουδαῖος μήτε ἀλλόφυλος τὴν πραγματείαν ταύτην οὕτως ἀκριβῶς εἰς Ἕλληνας ἐξενεγκεῖν· 20.263ἔχω γὰρ ὁμολογούμενον παρὰ τῶν ὁμοεθνῶν πλεῖστον αὐτῶν κατὰ τὴν ἐπιχώριον παιδείαν διαφέρειν καὶ τῶν Ἑλληνικῶν δὲ γραμμάτων ἐσπούδασα μετασχεῖν τὴν γραμματικὴν ἐμπειρίαν ἀναλαβών, τὴν δὲ περὶ τὴν προφορὰν ἀκρίβειαν πάτριος ἐκώλυσεν συνήθεια.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.256 Joseph. AJ 20.261 (English) >>Joseph. AJ 20.266

Powered by PhiloLogic